Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 29.30 | Dem. 29.34 (English) | >>Dem. 29.38 |
29.33ἀλλὰ πόθεν τοῦτʼ ἐπεδείχθη ; πρῶτον μὲν Θηριππίδης ὢν αὐτῷ συνεπίτροπος κατεμαρτύρησε δοῦναι · δεύτερον δὲ Δήμων θεῖος ὢν καὶ τῶν ἄλλων οἱ παρόντες ἐμαρτύρησαν σῖτον τῇ μητρὶ δώσειν ὁμολογεῖν τοῦτον ὡς ἔχοντα τὴν προῖκα . καὶ τούτοις οὐκ ἐπεσκήψατο , δῆλον ὅτι τἀληθῆ μεμαρτυρηκότας εἰδώς . ἔτι τοίνυν ἡ μήτηρ πίστιν ἠθέλησεν ἐπιθεῖναι κατʼ ἐμοῦ καὶ τῆς ἀδελφῆς παραστησαμένη , λαβεῖν τὴν προῖκα τοῦτον τὴν ἑαυτῆς κατὰ τὴν τοῦ πατρὸς διαθήκην .
29.34ταύτας τὰς ὀγδοήκοντα μνᾶς πότερʼ αὐτὸν ἔχειν φῶμεν ἢ μή ; καὶ πότερον διὰ τούσδʼ ὀφλεῖν τοὺς μάρτυρας ἢ διὰ τούσδε ; ἐγὼ μὲν γὰρ οἶμαι διὰ τὴν ἀλήθειαν . ταύτας τοίνυν δέκʼ ἔτη κεκαρπωμένος , καὶ οὐδὲ δίκην ὀφλὼν ἀποδοῦναι τετολμηκώς , δεινὰ πεπονθέναι φησὶν καὶ διὰ τούσδε τοὺς μάρτυρας ὠφληκέναι . καίτοι τούτων γʼ οὐδεὶς αὐτὸν ἔχειν ταύτην ἐμαρτύρησεν .
περὶ τοίνυν τῆς ἐκδόσεως καὶ τῶν κλινοποιῶν καὶ τοῦ σιδήρου καὶ τοῦ καταλειφθέντος ἡμῖν ἐλέφαντος καὶ τῆς προικὸς τῆς ἀδελφῆς , ἣν οὗτος καθυφεῖκεν ὑπὲρ τοῦ καὶ αὐτὸς ἔχειν ὅσα βούλοιτο τῶν ἐμῶν , ἀκούσατε , καὶ σκοπεῖθʼ ὡς δικαίως τʼ ὤφληκεν καὶ οὐδὲν ἦν Μιλύαν περὶ τούτων βασανιστέον .
29.36περὶ μὲν γὰρ ὧν καθυφεῖκας , νόμος ἔστιν , διαρρήδην ὃς κελεύει σʼ ὁμοίως ὀφλισκάνειν ὥσπερ ἂν αὐτὸς ἔχῃς · ὥστε τί τῷ νόμῳ καὶ τῇ βασάνῳ ; περὶ δʼ αὖ τῆς ἐκδόσεως , ἐπικοινωνήσαντες τῷ Ξούθῳ καὶ διανειμάμενοι τὰ χρήματα καὶ τὰς συγγραφὰς ἀνελόντες , καὶ πάνθʼ ὃν τρόπον ἐβούλεσθε κατασκευάσαντες , καὶ διαφθείραντες τὰ γράμματα , ὡς ὑμῶν ὁ Δήμων κατεμαρτύρει , φενακίζετε καὶ τουτουσὶ παρακρούσασθαι ζητεῖτε .
29.35
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 29.30 | Dem. 29.34 (English) | >>Dem. 29.38 |